Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.311 Joseph. AJ 11.316 (English) >>Joseph. AJ 11.322

11.314περαιωσάμενος οὖν τὸν Εὐφράτην ποταμὸν καὶ τὸν Ταῦρον τὸ Κιλίκιον ὄρος ὑπερελθὼν ἐν Ἰσσῷ τῆς Κιλικίας τοὺς πολεμίους ὡς ἐκεῖ μαχησόμενος αὐτοῖς ἐξεδέχετο. 11.315ἡσθεὶς δὲ τῇ Δαρείου καταβάσει Σαναβαλλέτης εὐθὺς ἔλεγεν τῷ Μανασσῇ τὰς ὑποσχέσεις τελέσειν, ὡς ἂν Δαρεῖος κρατήσας τῶν πολεμίων ὑποστρέψῃ· πέπειστο γὰρ οὐκ αὐτὸς μόνος ἀλλὰ καὶ πάντες οἱ ἐν τῇ Ἀσίᾳ μηδʼ εἰς χεῖρας τοῖς Πέρσαις ἥξειν τοὺς Μακεδόνας διὰ τὸ πλῆθος. 11.316ἀπέβη δʼ οὐχ ὡς προσεδόκων· συμβαλὼν γὰρ βασιλεὺς τοῖς Μακεδόσιν ἡττήθη καὶ πολλὴν τῆς στρατιᾶς ἀπολέσας ληφθέντων αἰχμαλώτων αὐτοῦ τῆς μητρὸς καὶ γυναικὸς καὶ τῶν τέκνων ἔφυγεν εἰς Πέρσας. 11.317Ἀλέξανδρος δʼ εἰς Συρίαν παραγενόμενος Δαμασκὸν αἱρεῖ καὶ Σιδῶνος κρατήσας ἐπολιόρκει Τύρον, ἠξίου τε ἀποστείλας γράμματα πρὸς τὸν τῶν Ἰουδαίων ἀρχιερέα συμμαχίαν τε αὐτῷ πέμπειν καὶ ἀγορὰν τῷ στρατεύματι παρασχεῖν καὶ ὅσα Δαρείῳ πρότερον ἐτέλουν δῶρα τούτῳ διδόναι τὴν Μακεδόνων φιλίαν ἑλομένους· 11.318οὐ γὰρ μετανοήσειν ἐπὶ τούτοις. τοῦ δʼ ἀρχιερέως ἀποκριναμένου τοῖς γραμματοφόροις, ὡς ὅρκους εἴη δεδωκὼς Δαρείῳ μὴ βαστάζειν ὅπλα κατʼ αὐτοῦ, καὶ τούτους ἕως ἂν Δαρεῖος ἐν τοῖς ζῶσιν μὴ παραβήσεσθαι φήσαντος, 11.319ἀκούσας Ἀλέξανδρος παρωξύνθη, καὶ τὴν μὲν Τύρον οὐκ ἔκρινεν καταλιπεῖν ὅσον οὐδέπω μέλλουσαν αἱρεῖσθαι, παραστησάμενος δὲ ταύτην ἠπείλει στρατεύσειν ἐπὶ τὸν τῶν Ἰουδαίων ἀρχιερέα καὶ διδάξειν πάντας, πρὸς τίνας δὴ αὐτοῖς φυλακτέον τοὺς ὅρκους·


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.311 Joseph. AJ 11.316 (English) >>Joseph. AJ 11.322

Powered by PhiloLogic